δοῦρα φέρῃ λώβῃσι πολυσχιδέεσσι λυθέντα.
τῆμος δʼ ἱππούρων ἀγέλαι πινάκεσσι θεούσαις
410
ἑσπόμεναι μεθέπουσιν· ὁ δʼ ἐγκύρσας ἁλιήων
πολλὴν ῥηϊδίως ἄγρην ἕλεν ἠδʼ ἀμέγαρτον.
ἀλλὰ τὸ μὲν ναύτῃσιν ἀλεξήσειε Κρονίων
ἐμβύθιος, νῆες δὲ διὰ πλατὺ κῦμα θέοιεν
αὔραις εὐκήλοισιν ἀπήμονες ἠδʼ ἀτίνακτοι,
415
φόρτον ἀμοιβαίοισι μετερχόμεναι καμάτοισιν,
ἱππούροις δʼ ἀλλοῖα νοήματα τεχνήσασθαι
ἐστίν, ἀπημοσύνῃ δὲ νεῶν μεταβαινέμεν ἄγρην.
Συμφερτοὺς δονάκων φακέλους ἅμα γυρώσαντες
δίναις ἐγκατέθηκαν, ἔνερθε δὲ λᾶαν ἔδησαν
420
βριθὺν ὑφορμιστῆρα· τὰ μὲν μάλα πάντα καθʼ ὕδωρ
ἀτρέμα δινεύουσι· φιλόσκια δʼ αὐτίκα φῦλα
ἱππούρων ἀγεληδὸν ἀγείρεται, ἀμφὶ δὲ νῶτα
τερπόμενοι δονάκεσσιν ἀνατρίβουσι μένοντες·
τοῖς δὲ τότʼ ἀσπαλιῆες ἐπιπλώουσιν ἑτοίμην
425
εἰς ἄγρην, ἄγκιστρα δʼ ὑπʼ εἴδασιν ὁπλίσσαντες
πέμπουσʼ, οἱ δʼ ἐρύουσιν ἅμα σπεύδοντες ὄλεθρον.
ὡς δὲ κύνας βρώμῃσιν ἀνὴρ ἐπὶ μῶλον ὀρίνει
δινεύων μέσσοισιν ἑλώρια, τοὶ δʼ ἐπὶ γαστρὶ
ἔξοχα μαργαίνοντες ὑποφθαδὸν ἅρπαγι λύσσῃ
430
ἀλλήλους προθέουσι καὶ ἐς χέρα παπταίνουσιν
ἀνδρός, ὅπῃ ῥίψειεν, ἔρις δʼ ἀναφαίνετʼ ὀδόντων·
ὣς οἵ γʼ ἀγκίστροισιν ἐπαΐσσουσιν ἑτοίμως.
ῥηϊδίως δʼ ἀγρευτὸν ἐρύσσεαι ἄλλον ἐπʼ ἄλλῳ
κραιπνὸς ἐών· αὐτοὶ γὰρ ἐπισπεύδουσʼ ἁλιήων
435
μᾶλλον, ὑπʼ ἀφραδίῃσιν ἑὸν μόρον ἐγκονέοντες.
Τοίῃ ἐπιφροσύνῃ καὶ πομπίλον ἀγρώσσονται·
καὶ γὰρ τοῖς ἴσον ἦτορ ἐπὶ σκιεροῖσι πόθοισι.
Τευθίσι δʼ ἄτρακτόν τις ἀνὴρ ἐπιμηχανόῳτο,